Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 35.43 Dem. 35.47 (English) >>Dem. 35.50

35.45καὶ εἴ γέ τις ἡμῶν φεύγων δίκην ὑπὸ τούτου παραγραφὴν ἐτόλμησε παραγράφεσθαι, μὴ εἰσαγώγιμον εἶναι τὴν δίκην, εὖ οἶδʼ ὅτι ἠγανάκτει ἂν αὐτὸς καὶ ἐσχετλίαζε πρὸς ὑμᾶς, δεινὰ φάσκων πάσχειν καὶ παρανομεῖσθαι, εἰ μή τις αὐτῷ τὴν δίκην ψηφιεῖται εἰσαγώγιμον εἶναι, ἐμπορικὴν οὖσαν. ἔπειτα, Λάκριτε, σοὶ μὲν τοῦτο δίκαιον δοκεῖ εἶναι, ἐμοὶ δὲ διὰ τί οὐκ ἔσται; οὐχ ἅπασιν ἡμῖν οἱ αὐτοὶ νόμοι γεγραμμένοι εἰσὶν καὶ τὸ αὐτὸ δίκαιον περὶ τῶν ἐμπορικῶν δικῶν; 35.46ἀλλʼ οὕτως βδελυρός τίς ἐστι καὶ ὑπερβάλλων ἅπαντας ἀνθρώπους τῷ πονηρὸς εἶναι, ὥστʼ ἐπιχειρεῖ πείθειν ὑμᾶς ψηφίσασθαι μὴ εἰσαγώγιμον εἶναι τὴν ἐμπορικὴν δίκην ταύτην, δικαζόντων ὑμῶν νυνὶ τὰς ἐμπορικὰς δίκας. ἀλλὰ τί κελεύεις, Λάκριτε; μὴ ἱκανὸν εἶναι ἡμᾶς ἀποστερεῖσθαι ἐδανείσαμεν χρήματα ὑμῖν, ἀλλὰ καὶ εἰς τὸ δεσμωτήριον παραδοθῆναι ὑφʼ ὑμῶν προσοφλόντας τὰ ἐπιτίμια, ἐὰν μὴ ἐκτίνωμεν. 35.47καὶ πῶς οὐκ ἂν δεινὸν εἴη καὶ σχέτλιον καὶ αἰσχρὸν ὑμῖν, ἄνδρες δικασταί, εἰ οἱ δανείσαντες ἐν τῷ ἐμπορίῳ τῷ ὑμετέρῳ χρήματα ναυτικὰ καὶ ἀποστερούμενοι ὑπὸ τῶν δανεισαμένων καὶ ἀποστερούντων ἀπάγοιντο εἰς τὸ δεσμωτήριον; ταῦτʼ ἐστίν, Λάκριτε, τουτουσὶ πείθεις. ἀλλὰ ποῦ χρὴ λαβεῖν δίκην, ἄνδρες δικασταί, περὶ τῶν ἐμπορικῶν συμβολαίων; παρὰ ποίᾳ ἀρχῇ ἐν τίνι χρόνῳ; παρὰ τοῖς ἕνδεκα; ἀλλὰ τοιχωρύχους καὶ κλέπτας καὶ τοὺς ἄλλους κακούργους τοὺς ἐπὶ θανάτῳ οὗτοι εἰσάγουσιν.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 35.43 Dem. 35.47 (English) >>Dem. 35.50

Powered by PhiloLogic